Пролегомены к государству Платона. Вторая часть - страница 24




καὶ μάλα.


ἦ οὖν ἐκείνοις ἐπιμελέστερον παιδευτέον ἢ τοῖς φύλαξι τοὺς αὑτῶν ἐμπειρίᾳ τε καὶ θέᾳ τῶν προσηκόντων;


καταγέλαστον μεντἄν, ἔφη, εἴη.


ἀλλὰ μὴν καὶ μαχεῖταί γε πᾶν ζῷον διαφερόντως

467b

παρόντων ὧν ἂν τέκῃ.


ἔστιν οὕτω. κίνδυνος δέ, ὦ Σώκρατες, οὐ σμικρὸς σφαλεῖσιν, οἷα δὴ ἐν πολέμῳ φιλεῖ, πρὸς ἑαυτοῖς παῖδας ἀπολέσαντας ποιῆσαι καὶ τὴν ἄλλην πόλιν ἀδύνατον ἀναλαβεῖν.


ἀληθῆ, ἦν δ» ἐγώ, λέγεις. ἀλλὰ σὺ πρῶτον μὲν ἡγῇ παρασκευαστέον τὸ μή ποτε κινδυνεῦσαι;


οὐδαμῶς.


τί δ»; εἴ που κινδυνευτέον, οὐκ ἐν ᾧ βελτίους ἔσονται κατορθοῦντες;


δῆλον δή.

467c

ἀλλὰ σμικρὸν οἴει διαφέρειν καὶ οὐκ ἄξιον κινδύνου θεωρεῖν ἢ μὴ τὰ περὶ τὸν πόλεμον παῖδας τοὺς ἄνδρας πολεμικοὺς ἐσομένους;


οὔκ, ἀλλὰ διαφέρει πρὸς ὃ λέγεις.


τοῦτο μὲν ἄρα ὑπαρκτέον, θεωροὺς πολέμου τοὺς παῖδας ποιεῖν, προσμηχανᾶσθαι δ» αὐτοῖς ἀσφάλειαν, καὶ καλῶς ἕξει: ἦ γάρ;


ναί.


οὐκοῦν, ἦν δ» ἐγώ, πρῶτον μὲν αὐτῶν οἱ πατέρες, ὅσα ἄνθρωποι, οὐκ ἀμαθεῖς ἔσονται ἀλλὰ γνωμονικοὶ τῶν

467d

στρατειῶν ὅσαι τε καὶ μὴ ἐπικίνδυνοι;


εἰκός, ἔφη.


εἰς μὲν ἄρα τὰς ἄξουσιν, εἰς δὲ τὰς εὐλαβήσονται.


ὀρθῶς.


καὶ ἄρχοντάς γέ που, ἦν δ» ἐγώ, οὐ τοὺς φαυλοτάτους αὐτοῖς ἐπιστήσουσιν ἀλλὰ τοὺς ἐμπειρίᾳ τε καὶ ἡλικίᾳ ἱκανοὺς ἡγεμόνας τε καὶ παιδαγωγοὺς εἶναι.


πρέπει γάρ.


ἀλλὰ γάρ, φήσομεν, καὶ παρὰ δόξαν πολλὰ πολλοῖς δὴ ἐγένετο.


καὶ μάλα.


πρὸς τοίνυν τὰ τοιαῦτα, ὦ φίλε, πτεροῦν χρὴ παιδία ὄντα εὐθύς, ἵν», ἄν τι δέῃ, πετόμενοι ἀποφεύγωσιν.

467e

πῶς λέγεις; ἔφη.


ἐπὶ τοὺς ἵππους, ἦν δ» ἐγώ, ἀναβιβαστέον ὡς νεωτάτους, καὶ διδαξαμένους ἱππεύειν ἐφ» ἵππων ἀκτέον ἐπὶ τὴν θέαν, μὴ θυμοειδῶν μηδὲ μαχητικῶν, ἀλλ» ὅτι ποδωκεστάτων καὶ εὐηνιωτάτων. οὕτω γὰρ κάλλιστά τε θεάσονται τὸ αὑτῶν ἔργον, καὶ ἀσφαλέστατα, ἄν τι δέῃ, σωθήσονται μετὰ πρεσβυτέρων ἡγεμόνων ἑπόμενοι.


ὀρθῶς, ἔφη, μοι δοκεῖς λέγειν.

468a

τί δὲ δή, εἶπον, τὰ περὶ τὸν πόλεμον; πῶς ἑκτέον σοι τοὺς στρατιώτας πρὸς αὑτούς τε καὶ τοὺς πολεμίους; ἆρ» ὀρθῶς μοι καταφαίνεται ἢ οὔ;


λέγ», ἔφη, ποῖ» αὖ.


αὐτῶν μέν, εἶπον, τὸν λιπόντα τάξιν ἢ ὅπλα ἀποβαλόντα ἤ τι τῶν τοιούτων ποιήσαντα διὰ κάκην ἆρα οὐ δημιουργόν τινα δεῖ καθιστάναι ἢ γεωργόν;


πάνυ μὲν οὖν.


τὸν δὲ ζῶντα εἰς τοὺς πολεμίους ἁλόντα ἆρ» οὐ δωρεὰν διδόναι τοῖς ἑλοῦσι χρῆσθαι τῇ ἄγρᾳ ὅτι ἂν βούλωνται;

468b

κομιδῇ γε.


τὸν δὲ ἀριστεύσαντά τε καὶ εὐδοκιμήσαντα οὐ πρῶτον μὲν ἐπὶ στρατιᾶς ὑπὸ τῶν συστρατευομένων μειρακίων τε καὶ παίδων ἐν μέρει ὑπὸ ἑκάστου δοκεῖ σοι χρῆναι στεφανωθῆναι; ἢ οὔ;


ἔμοιγε.


τί δέ; δεξιωθῆναι;


καὶ τοῦτο.


ἀλλὰ τόδ» οἶμαι, ἦν δ» ἐγώ, οὐκέτι σοι δοκεῖ.


τὸ ποῖον;


τὸ φιλῆσαί τε καὶ φιληθῆναι ὑπὸ ἑκάστου.


πάντων, ἔφη, μάλιστα: καὶ προστίθημί γε τῷ νόμῳ,

468c

ἕως ἂν ἐπὶ ταύτης ὦσι τῆς στρατιᾶς, καὶ μηδενὶ ἐξεῖναι ἀπαρνηθῆναι ὃν ἂν βούληται φιλεῖν, ἵνα καί, ἐάν τίς του τύχῃ ἐρῶν ἢ ἄρρενος ἢ θηλείας, προθυμότερος ᾖ πρὸς τὸ τἀριστεῖα φέρειν.


καλῶς, ἦν δ» ἐγώ. ὅτι μὲν γὰρ ἀγαθῷ ὄντι γάμοι τε ἕτοιμοι πλείους ἢ τοῖς ἄλλοις καὶ αἱρέσεις τῶν τοιούτων πολλάκις παρὰ τοὺς ἄλλους ἔσονται, ἵν» ὅτι πλεῖστοι ἐκ τοῦ τοιούτου γίγνωνται, εἴρηται ἤδη.


εἴπομεν γάρ, ἔφη.


ἀλλὰ μὴν καὶ καθ» Ὅμηρον τοῖς τοιοῖσδε δίκαιον τιμᾶν

468d

τῶν νέων ὅσοι ἀγαθοί. καὶ γὰρ Ὅμηρος τὸν εὐδοκιμήσαντα ἐν τῷ πολέμῳ «νώτοισιν» Αἴαντα ἔφη «διηνεκέεσσι γεραίρεσθαι,» ὡς ταύτην οἰκείαν οὖσαν τιμὴν τῷ ἡβῶντί τε καὶ ἀνδρείῳ, ἐξ ἧς ἅμα τῷ τιμᾶσθαι καὶ τὴν ἰσχὺν αὐξήσει.


ὀρθότατα, ἔφη.


πεισόμεθα ἄρα, ἦν δ» ἐγώ, ταῦτά γε Ὁμήρῳ. καὶ γὰρ ἡμεῖς ἔν τε θυσίαις καὶ τοῖς τοιούτοις πᾶσι τοὺς ἀγαθούς, καθ» ὅσον ἂν ἀγαθοὶ φαίνωνται, καὶ ὕμνοις καὶ οἷς νυνδὴ ἐλέγομεν τιμήσομεν, πρὸς δὲ τούτοις «ἕδραις τε καὶ κρέασιν»