Сочинения. Том 2 - страница 54
17. Καὶ µὴν καὶ κατὰ συζυγίαν τῶν πρώτων ποιοτήτων αἱ δυσκρασίαι γινόµεναι σύνθετον ἔχουσι καὶ τὴν τῶν γνωρισµάτων ἰδέαν. ἡ µὲν γὰρ θερµοτέρα καὶ ξηροτέρα, λασιωτέρα, καὶ θερµοτέρα, καὶ σκληροτέρα, καὶ ἀπίµελός ἐστι, καὶ ἰσχνὴ, καὶ µελανόθριξ. εἰ δὲ ἐπὶ πλέον ἥκει θερµότητος, καὶ µελάγχρους. ἡ θερµοτέρα καὶ ὑγροτέρα κρᾶσις µαλακωτέρα τε καὶ εὐσαρκοτέρα, καὶ θερµοτέρα τῆς ἀρίστης κράσεως εἰς τοσοῦτόν ἐστιν, εἰς ὅσον ἀµφοτέραις αὐξηθῇ ταῖς ποιότησιν. ἐπὶ πλεῖστον δὲ αὐξηθεῖσα τοῖς σηπεδονώδεσιν ἑτοίµως ἁλίσκεται νοσήµασιν, ὅτι καὶ κακόχυµος ἑτοίµως γίγνεται. εἰ δ’ ὀλίγῳ µὲν ὑγροτέρα εἴη, παµπόλλῳ δὲ θερµοτέρα, καὶ µαλακώτεροι µὲν ὀλίγῳ τῶν συµµέτρων οἱ τοιοῦτοι, καὶ σαρκωδέστεροι, λασιώτεροι δὲ οὐκ ὀλίγῳ· καὶ µὲν δὴ καὶ ἁπτοµένοις οὐκ ὀλίγῳ θερµότεροι. µέλαιναι δ’ αὐτοῖς αἱ τρίχες, καὶ ἡ σὰρξ ἀπίµελος. εἰ δ’ ὀλίγῳ µὲν εἴη θερµοτέρα, παµπόλλῳ δὲ ὑγροτέρα, µαλακὴ τούτοις ἐστὶν ἡ σὰρξ, καὶ πολλὴ, καὶ τὸ χρῶµα συµµιγὲς ἐξ ἐρυθροῦ καὶ λευκοῦ, καὶ ψαυόντων ὀλίγῳ θερµότεροι. συλλήβδην δ’ εἰπεῖν ἐπὶ τῶν κατὰ συζυγίαν κράσεων, ἀεὶ τῆς ἐπικρατούσης ποιότητος ἐπικρατήσει τὰ γνωρίσµατα. ἡ ψυχροτέρα δὲ καὶ ὑγροτέρα κρᾶσις, ἐπ’ ὀλίγον µὲν ἀµφοῖν ηὐξηµένων, ἄτριχός τέ ἐστι καὶ λευκὴ, καὶ µαλακὴ, καὶ παχεῖα, καὶ πιµελώδης. ἐπὶ πλεῖον δὲ τὰ µὲν ἄλλα κατὰ ἀναλογίαν τῆς τῶν ποιοτήτων αὐξήσεως· ἡ χροιὰ δὲ ἅµα ταῖς θριξὶ πυῤῥὰ, καθάπερ γε καὶ εἰ ἐπὶ πλεῖστον ἀµφοῖν ηὐξηµένων πελιδνή. εἰ δ’ ἄνισος ἡ αὔξησις εἴη τῶν ποιοτήτων, ἐπικρατήσει τὰ τῆς µᾶλλον ηὐξηµένης ἴδια. εἰ δὲ τὸ ψυχρὸν ἅµα τῷ ξηρῷ κατ’ ἴσον αὐξηθείη, φύσει σκληρὸν καὶ ἰσχνὸν ἴσχουσι τὸ σῶµα, καὶ ἄτριχον, ἁπτοµένοις δὲ ψυχρόν. ἡ πιµελὴ δὲ ὅµως αὐτοῖς, καίτοι γε ἰσχνοῖς οὖσι, παρέσπαρται τῇ σαρκί. τὰ δὲ τῶν τριχῶν καὶ τῆς χροιᾶς ἀνάλογον τῷ µέτρῳ τῆς ψυχρότητος. µεταπεσούσης δὲ τῆς θερµῆς καὶ ξηρᾶς κράσεως ἐν τῷ χρόνῳ τῆς παρακµῆς εἰς τὴν ξηράν τε καὶ ψυχρὰν, ἡ ἕξις τῶν τοιούτων ἰσχνὴ καὶ σκληρὰ, µελαγχολικὴ δέ ἐστι καὶ διὰ τοῦτο µέλαινά τε ἅµα καὶ δασεῖα. κρατούσης δὲ τῆς ἑτέρας τῶν ποιοτήτων παρὰ πολὺ, τῆς δ’ ἑτέρας ὀλίγον τι τοῦ συµµέτρου παραλλαττούσης, ἐπικρατήσει µὲν τὰ τῆς ἐπικρατούσης, ἀµυδρὰ δὲ ἔσται τὰ τῆς ἑτέρας γνωρίσµατα. ἐπὶ πᾶσι δὲ τοῖς εἰρηµένοις τε καὶ µέλλουσι λέγεσθαι κοινὸν γνώρισµα κράσεως, εἰ µὲν εὔψυκτον εἴη τὸ µόριον, ἤτοι ψυχρότητος, ἢ ἀραιότητος, εἰ δὲ δύσψυκτον, ἤτοι θερµότητος, ἢ πυκνότητος, εἰ δ’ ὑπὸ τῶν ξηραινόντων βλάπτοιτο, αὐχµηρόν τε, καὶ ξηρὸν, καὶ δυσκίνητον γένοιτο, ξηρότητος, ὥσπερ γε καὶ εἰ βαρύνοιτο πρὸς τῶν ὑγραινόντων, ὑγρότητος. ἐπιβλέπειν δὲ καὶ εἰ ὡσαύτως ἀλλήλοις ἅπαντες οἱ µύες, ἢ οὐχ ὡσαύτως κέκρανται, συνεπισκοπούµενον ἐν ἅπασι πηλικότητα τῶν ὑποβεβληµένων ὀστῶν. ἐνίοτε γοῦν ἰσχνότερον εἶναι δοκεῖ τὸ µέρος, οὐκ ὂν ἰσχνότερον, ὅσον ἐπὶ τοῖς µυσὶ, διὰ δὲ τὴν στενότητα τῶν ὀστῶν τοιοῦτον φανταζόµενον. οὕτως δὲ καὶ παχύτερον ἐνίοις εἶναι δοκεῖ πολλάκις, οὐ διὰ τὴν εὐρύτητα τῶν ὀστῶν, ἀλλὰ διὰ τὸ τῆς σαρκὸς πλῆθος, ἥτις αὐξανοµένη τε καὶ µειουµένη, σκληροτέρα τε καὶ µαλακωτέρα γενοµένη, ξηρότερον ἢ ὑγρότερον ἀποφαίνει τὸ µόριον. ἡ µὲν οὖν ὀλίγη τε καὶ σκληρὰ, τὸ ξηρότερον· ἡ πολλὴ δὲ καὶ ἡ µαλακὴ, τὸ ὑγρότερον. οὕτω δὲ καὶ αἱ µεταξὺ χῶραι τῶν ὁµοιοµερῶν σωµάτων, ἤτοι πλέον ὑγρὸν ἐν αὐταῖς, ἢ ἔλαττον περιέχουσαι, καὶ ἤτοι παχύτερον, ἢ λεπτότερον, ἢ ὑγρότερον, ἢ ξηρότερον ἀποφαίνει τὸ µόριον· ὑγρότερον µὲν, ἔνθα λεπτοτέρα τε καὶ πλείων ἐστὶν ἡ ὑγρότης, ξηρότερον δὲ, ὅπου παχυτέρα τε ἅµα καὶ ἐλάττων. αὐτὰ µὲν γὰρ τὰ στερεὰ τοῦ σώµατος µόρια, τὰ ὄντως στερεὰ καὶ πρῶτα, κατ’ οὐδένα τρόπον οἷόν τέ ἐστιν ὑγρότερα ποιεῖν, ἀλλ’ ἱκανὸν, εἰ κωλύει τις αὐτὰ µὴ διὰ ταχέων ξηραίνεσθαι, τὰς δὲ διαλαµβανούσας αὐτὰ χώρας ἔνεστι πληροῦν ὑγρότητος, ἤτοι τοίας, ἢ τοίας. τοιαύτη δέ ἐστιν ἡ οἰκεία τροφὴ τῶν ὁµοιοµερῶν ἐκ παραθέσεως, οὐ δι’ ἀγγείων ἑλκοµένη. κοινὸς δὲ καὶ οὗτος ὁ λόγος ἁπάντων ἐστὶ τῶν µορίων, καὶ ῥηθήσεται καὶ αὖθις ἐν τῇ τῶν ὑγιεινῶν καὶ νοσωδῶν αἰτίων διδασκαλίᾳ. νυνὶ δὲ τῶν ἐφεξῆς ἐχώµεθα.