Сочинения. Том 4 - страница 52



6.2.1. Διὸ καὶ καλῶς ἂν ἔχοι µὴ παραδραµεῖν αὐτάς, ἀλλ’ ὅλον ἀναλαβεῖν τὸν λόγον ὃν ἐν τῷ τετάρτῳ τῆς Πολιτείας διῆλθεν ὑπὲρ τοῦ τρία τὰ τῆς ψυχῆς ἡµῶν ὑπάρχειν εἴδη. προσέχειν δὲ χρὴ κἀνταῦθα τῷ λεγοµένῳ τὸν νοῦν ἀπ’ αὐτῶν ἀρξαµένους αὖθις τῶν ὀνοµάτων καὶ µὴ νοµίζειν ἐπιλανθά νεσθαι τὸν Πλάτωνα τῶν ὑφ’ ἑαυτοῦ λεγοµένων, ἐπειδὰν εἴδη τρία τὴν ψυχὴν ἡµῶν ἔχειν εἰπὼν αὖθις εἰς τρία µέρη διαιρεῖσθαι φάσκῃ.

6.2.2. καὶ γὰρ εἴδη καὶ µέρη ψυχῆς ὀρθῶς ἄν τις ὀνοµάζοι τὸ λογιστικὸν καὶ τὸ θυµοειδὲς καὶ τὸ ἐπιθυµητικόν, ὥσπερ εἰ καὶ σώµατος εἴδη τις εἰπὼν εἶναι φλέβα καὶ ἀρτηρίαν καὶ νεῦρον ὀστοῦν τε καὶ χόνδρον καὶ σάρκα καὶ τἆλλα ὅσα τοιαῦτα, µετὰ ταῦθ’ ὡς περὶ µερῶν αὐτῶν διαλέγοιτο.

6.2.3. καὶ γὰρ καὶ µέρη τοῦ σώµατος ἡµῶν ἀληθῶς ἄν τις εἶναι λέγοι τὰ τοιαῦτα, —συµπληροῦται γὰρ τὸ ὅλον ἐξ αὐτῶν—, καὶ µέντοι καὶ εἴδη τοῦ σώµατος οὐδὲν ἧττον·ἐν µόνοις γὰρ τοῖς ὁµοιοµερέσι τὸ διαφέρον εἶδος οὐκ ἔστιν, οἷον τὸ τῆς σαρκὸς µέρος ἢ τὸ τῆς φλεβὸς ἢ τὸ τῆς πιµελῆς, οὐδὲ ἀληθὲς εἰπεῖν ἐπὶ τῶν τοιούτων ν ὡς ἐκ τοσῶνδέ τινων εἰδῶν σύγκειται τὸ ὅλον· ἐν δὲ τοῖς ἀνοµοιοµερέσιν ἡ τῶν εἰδῶν διαφορὰ τὸν ἀριθµὸν ὁρίζει τοῖς µορίοις. τοιοῦτον δέ τι χρῆµα καὶ ἡµῶν τὴν ψυχὴν ὁ Πλάτων εἶναί φησιν ἐκ τριῶν µερῶν συγκειµένην.

6.2.4. εἰκάζει[ν] δ’ οὕτω τὸ µὲν ἐπιθυµητικὸν θηρίῳ ποικίλῳ τε καὶπολυκεφάλῳ, τὸ δὲ θυµοειδὲς λέοντι, τὸ δὲ λογιστικὸν ἀνθρώπῳ. αὕτη γὰρ ἡ εἰκὼν οἰκειοτέρα τῆς κατὰ τὸν Φαῖδρον, ἐν ᾗ τῶν εἰδῶν ἱπποµόρφω µέν τινε δύο φησὶν ὑπάρχειν, ἡνίοχον δὲ τρίτον. ἀλλὰ καὶ ἐν τῷ τῆς Πολιτείας ἐνάτῳ τῆς προτέρας εἰκόνος ἐµνηµόνευσεν, ὡς σαφέστερον ἐνδεικνύµενος ὁποῖον ἕκαστόν ἐστι τῶν εἰδῶν τῆς ψυχῆς.

6.2.5. ὁ µὲν οὖν Πλάτων καὶ τοῖς τόποις τοῦ σώµατος κεχωρίσθαι νοµίζων αὐτὰ καὶ ταῖς οὐσίαις πάµπολυ δια<λ>λάττειν εὐλόγως εἴδη τε καὶ µέρη προσαγορεύει· ὁ δ’ ᾿Αριστοτέλης τε καὶ ὁ Ποσειδώνιος εἴδη µὲν ἢ µέρη ψυχῆς οὐκ ὀνοµάζουσιν, δυνάµεις δ’ εἶναί φασι µιᾶς οὐσίας ἐκ τῆς καρδίας ὁρµωµένης· ὁ δὲ Χρύσιππος ὥσπερ εἰς µίαν οὐσίαν, οὕτως καὶ εἰς δύναµιν µίαν ἄγει καὶ τὸν θυµὸν καὶ τὴν ἐπιθυµίαν.

6.2.6. ἀλλ’ ὅτι µὲν οὐκ ὀλίγον ἁµαρτάνει τῆς ἀληθείας ὁ ἀνὴρ οὗτος, αὐτάρκως ἡµῖν ἐπιδέδεικται· ὅτι δὲ οἱ περὶ τὸν ᾿Αριστοτέλην σφάλλονται µιᾶς οὐσίας τὰς τρεῖς δυνάµεις εἶναι νοµίζοντες, ἔν τε τοῖς ἔµπροσθεν ἱκανῶς ἐπιδέδεικται καὶ οὐδὲν ἧττον ὁ µετὰ τοῦτον λόγος ἀποδείξει.

6.2.7. Πρότερον δὲ ὅτι Πλάτων αὐτὸς εἴδη τε καὶ µέρη ψυχῆς ὀνοµάζει τό τε λογιστικὸν καὶ τὸ θυµικὸν καὶ τὸ ἐπιθυµητικόν, ἐξ αὐτῶν τῶν ῥήσεων αὐτοῦ πιστωσόµεθα. ἐν µὲν οὖν τῷ Τιµαίῳ περὶ τῆς ἐπιθυµητικῆς ψυχῆς, ἧς καὶ τὰ φυτὰ µετέχει<ν> φησί, διαλεγόµενος ὧδέ πως γράφει· “µετέχει γε µὴν τοῦτο ὃ νῦν λέγοµεν τοῦ τρίτου ψυχῆς εἴδους, ὃ µεταξὺ φρενῶν ὀµφαλοῦ τε ἱδρῦσθαι λόγος.”

6.2.8. αὖθις δ’ ἐν τῷδε τῷ βιβλίῳ περὶ τῆς λογιστικῆς ψυχῆς διαλεγόµενος ὧδέ πώς φησι· “τὸ δὲ δὴ περὶ τοῦ κυριωτάτου παρ’ ἡµῖν ψυχῆς εἴδους διανοεῖσθαι δεῖ τῇδε, ὡς ἄρα αὐτὸ δαίµονα ὁ θεὸς ἑκάστῳ δέδωκε, τοῦτο ὃ δή φαµεν οἰκεῖν µὲν ἡµῶν ἐπ’ ἄκρῳ τῷ σώµατι, πρὸς δὲ τὴν ἐν οὐρανῷ συγγένειαν ἀπὸ γῆς ἡµᾶς αἴρειν.”

6.2.9. συναµφότερα δ’ αὖ πάλιν ἐν ταὐτῷ βιβλίῳ, τὸ ἐπιθυµητικὸν καὶ τὸ θυµοειδές, <ἐν> τῇδε τῇ ῥήσει ψυχῆς εἶδος ὠνόµασεν· “ἄλλο τι εἶδος ἐν αὐτῷ ψυχῆς προσῳκοδόµουν τὸ θνητὸν τὸ δεινὰ καὶ ἀναγκαῖα ἐν ἑαυτῷ παθήµατα ἔχον.”

6.2.10. ὁµοῦ δ’ αὖ πάλιν τὰ τρία µέρη τῆς ψυχῆς ἡµῶν εἴδη προσαγορεύει ψυχῆς ἐν ταὐτῷ βιβλίῳ τῷ Τιµαίῳ κατὰ τήνδε τὴν διήγησιν [ἔστι γάρ]· “καθάπερ εἴποµεν πολλάκις ὅτι τρία τῆς ψυχῆς ἐν ἡµῖν εἴδη κατῴκισται.”