Сочинения. Том 5 - страница 30



3. ᾿Εµοὶ µὲν οὖν καὶ ἡ φλὲψ καὶ τῶν ἄλλων ἁπάντων ἕκαστον διὰ τὴν ἐκ τῶν τεττάρων ποιὰν κρᾶσιν ὡδί πως ἐνεργεῖν δοκεῖ. εἰσὶ δέ γε µὴν οὐκ ὀλίγοι τινὲς ἄνδρες οὐδ’ ἄδοξοι, φιλόσοφοί τε καὶ ἰατροί, τῷ µὲν θερµῷ καὶ τῷ ψυχρῷ τὸ δρᾶν ἀναφέροντες, ὑποβάλλοντες δ’ αὐτοῖς παθητικὰ τὸ ξηρόν τε καὶ τὸ ὑγρόν. καὶ πρῶτός γ’ ᾿Αριστοτέλης τὰς τῶν κατὰ µέρος ἁπάντων αἰτίας εἰς ταύτας ἀνάγειν πειρᾶται τὰς ἀρχάς, ἠκολούθησε δ’ ὕστερον αὐτῷ καὶ ὁ ἀπὸ τῆς στοᾶς χορός. καίτοι τούτοις µέν, ὡς ἂν καὶ αὐτῶν τῶν στοιχείων τὴν εἰς ἄλληλα µεταβολὴν χύσεσί τέ τισι καὶ πιλήσεσιν ἀναφέρουσιν, εὔλογον ἦν ἀρχὰς δραστικὰς ποιήσασθαι τὸ θερµὸν καὶ τὸ ψυχρόν,᾿Α-ριστοτέλει δ’ οὐχ οὕτως, ἀλλὰ ταῖς τέτταρσι ποιότησιν εἰς τὴν τῶν στοιχείων γένεσιν χρωµένῳ βέλτιον ἦν καὶ τὰς τῶν κατὰ µέρος αἰτίας ἁπάσας εἰς ταύτας ἀνάγειν. τί δήποτ’ οὖν ἐν µὲν τοῖς περὶ γενέσεως καὶ φθορᾶς ταῖς τέτταρσι χρῆται, ἐν δὲ τοῖς µετεωρολογικοῖς καὶ τοῖς προβλήµασι καὶ ἄλλοθι πολλαχόθι ταῖς δύο µόναις; εἰ µὲν γὰρ ὡς ἐν τοῖς ζῴοις τε καὶ τοῖς φυτοῖς µᾶλλον µὲν δρᾷ τὸ θερµὸν καὶ τὸ ψυχρόν, ἧττον δὲ τὸ ξηρὸν καὶ τὸ ὑγρὸν ἀποφαίνοιτό τις, ἴσως ἂν ἔχοι καὶ τὸν ῾Ιπποκράτην σύµψηφον· εἰ δ’ ὡσαύτως ἐν ἅπασιν, οὐκέτ’ οἶµαι συγχωρήσειν τοῦτο µὴ ὅτι τὸν ῾Ιπποκράτην ἀλλὰ µηδ’ αὐτὸν τὸν ᾿Αριστοτέλην µεµνῆσθαί γε βουλόµενον ὧν ἐν τοῖς περὶ γενέσεως καὶ φθορᾶς οὐχ ἁπλῶς ἀλλὰ µετ’ ἀποδείξεως αὐτὸς ἡµᾶς ἐδίδαξεν. ἀλλὰ περὶ µὲν τούτων κἀν τοῖς περὶ κράσεων, εἰς ὅσον ἰατρῷ χρήσιµον, ἐπεσκεψάµεθα.

4. ῾Η δ’ οὖν δύναµις ἡ ἐν ταῖς φλεψὶν ἡ αἱµατοποιητικὴ προσαγορευοµένη καὶ πᾶσα δ’ ἄλλη δύναµις ἐν τῷ πρός τι νενόηται· πρώτως µὲν γὰρ τῆς ἐνεργείας [ἡ δύναµις] αἰτία, ἤδη δὲ καὶ τοῦ ἔργου κατὰ συµβεβηκός. ἀλλ’ εἴπερ ἡ αἰτία πρός τι, τοῦ γὰρ ὑπ’ αὐτῆς γενοµένου µόνου, τῶν δ’ ἄλλων οὐδενός, εὔδηλον, ὅτι καὶ ἡ δύναµις ἐν τῷ πρός τι. καὶ µέχρι γ’ ἂν ἀγνοῶµεν τὴν οὐσίαν τῆς ἐνεργούσης αἰτίας, δύναµιν αὐτὴν ὀνοµάζοµεν, εἶναί τινα λέγοντες ἐν ταῖς φλεψὶν αἱµατοποιητικήν, ὡσαύτως δὲ κἀν τῇ κοιλίᾳ πεπτικὴν κἀν τῇ καρδίᾳ σφυγµικὴν καὶ καθ’ ἕκαστον τῶν ἄλλων ἰδίαν τινὰ τῆς κατὰ τὸ µόριον ἐνεργείας. εἴπερ οὖν µεθόδῳ µέλλοιµεν ἐξευρήσειν, ὁπόσαι τε καὶ ὁποῖαί τινες αἱ δυνάµεις εἰσίν, ἀπὸ τῶν ἔργων αὐτῶν ἀρκτέον· ἕκαστον γὰρ αὐτῶν ὑπό τινος ἐνεργείας γίγνεται καὶ τούτων ἑκάστης προηγεῖταί τις αἰτία.

5. ῎Εργα τοίνυν τῆς φύσεως ἔτι µὲν κυουµένου τε καὶ διαπλαττοµένου τοῦ ζῴου τὰ σύµπαντ’ ἐστὶ τοῦ σώµατος µόρια, γεννηθέντος δὲ κοινὸν ἐφ’ ἅπασιν ἔργον ἡ εἰς τὸ τέλειον ἑκάστῳ µέγεθος ἀγωγὴ καὶ µετὰ ταῦθ’ ἡ µέχρι τοῦ δυνατοῦ διαµονή· ἐνέργειαι δ’ ἐπὶ τρισὶ τοῖς εἰρηµένοις ἔργοις τρεῖς ἐξ ἀνάγκης, ἐφ’ ἑκάστῳ µία, γένεσίς τε καὶ αὔξησις καὶ θρέψις. ἀλλ’ ἡ µὲν γένεσις οὐχ ἁπλῆ τις ἐνέργεια τῆς φύσεως, ἀλλ’ ἐξ ἀλλοιώσεώς τε καὶ διαπλάσεώς ἐστι σύνθετος. ἵνα µὲν γὰρ ὀστοῦν γένηται καὶ νεῦρον καὶ φλὲψ καὶ τῶν ἄλλων ἕκαστον, ἀλλοιοῦσθαι χρὴ τὴν ὑποβεβληµένην οὐσίαν, ἐξ ἧς γίγνεται τὸ ζῷον· ἵνα δὲ καὶ σχῆµα τὸ δέον καὶ θέσιν καὶ κοιλότητάς τινας καὶ ἀποφύσεις καὶ συµφύσεις καὶ τἆλλα τὰ τοιαῦτα κτήσηται, διαπλάττεσθαι χρὴ τὴν ἀλλοιουµένην οὐσίαν, ἣν δὴ καὶ ὕλην τοῦ ζῴου καλῶν, ὡς τῆς νεὼς τὰ ξύλα καὶ τῆς εἰκόνος τὸν κηρόν, οὐκ ἂν ἁµάρτοις. ἡ δ’ αὔξησις ἐπίδοσίς ἐστι καὶ διάστασις κατὰ µῆκος καὶ πλάτος καὶ βάθος τῶν στερεῶν τοῦ ζῴου µορίων, ὧνπερ καὶ ἡ διάπλασις ἦν, ἡ δὲ θρέψις πρόσθεσις [ἐστὶ] τοῖς αὐτοῖς ἄνευ διαστάσεως.

6. Περὶ πρώτης οὖν τῆς γενέσεως εἴπωµεν, ἣν ἐξ ἀλλοιώσεώς θ’ ἅµα καὶ διαπλάσεως ἐλέγοµεν γίγνεσθαι. καταβληθέντος δὴ τοῦ σπέρµατος εἰς τὴν µήτραν ἢ εἰς τὴν γῆν, οὐδὲν γὰρ διαφέρει, χρόνοις τισὶν ὡρισµένοις πάµπολλα συνίσταται µόρια τῆς γεννωµένης οὐσίας ὑγρότητι καὶ ξηρότητι καὶ ψυχρότητι καὶ θερµότητι καὶ τοῖς ἄλλοις ἅπασιν, ὅσα τούτοις ἕπεται, διαφέροντα. τὰ δ’ ἑπόµενα γιγνώσκεις, εἴπερ ὅλως ἐφιλοσόφησάς τι περὶ γενέσεως καὶ φθορᾶς· αἱ λοιπαὶ γὰρ τῶν ἁπτῶν ὀνοµαζοµένων διαφορῶν ταῖς εἰρηµέναις ἕπονται πρῶται καὶ µάλιστα, µετὰ δὲ ταύτας αἱ γευσταί τε καὶ ὀσφρηταὶ καὶ ὁραταί. σκληρότης µὲν οὖν καὶ µαλακότης καὶ γλισχρότης καὶ κραυρότης καὶ κουφότης καὶ βαρύτης καὶ πυκνότης καὶ ἀραιότης καὶ λειότης καὶ τραχύτης καὶ παχύτης καὶ λεπτότης ἁπταὶ διαφοραὶ καὶ εἴρηται περὶ πασῶν ᾿Αριστοτέλει καλῶς. οἶσθα δὲ δήπου καὶ τὰς γευστάς τε καὶ ὀσφρητὰς καὶ ὁρατὰς διαφοράς. ὥστ’, εἰ µὲν τὰς πρώτας τε καὶ στοιχειώδεις ἀλλοιωτικὰς δυνάµεις ζητοίης, ὑγρότης ἐστὶ καὶ ξηρότης καὶ ψυχρότης καὶ θερµότης· εἰ δὲ τὰς ἐκ τῆς τούτων κράσεως γενοµένας, τοσαῦται καθ’ ἕκαστον ἔσονται ζῷον, ὅσαπερ ἂν αὐτοῦ τὰ αἰσθητὰ στοιχεῖα ὑπάρχῃ· καλεῖται δ’ αἰσθητὰ στοιχεῖα τὰ ὁµοιοµερῆ πάντα τοῦ σώµατος µόρια· καὶ ταῦτ’ οὐκ ἐκ µεθόδου τινὸς ἀλλ’ αὐτόπτην γενόµενον ἐκµαθεῖν χρὴ διὰ τῶν ἀνατοµῶν. ὀστοῦν δὴ καὶ χόνδρον καὶ νεῦρον καὶ ὑµένα καὶ σύνδεσµον καὶ φλέβα καὶ πάνθ’ ὅσα τοιαῦτα κατὰ τὴν πρώτην τοῦ ζῴου γένεσιν ἡ φύσις ἀπεργάζεται δυνάµει χρωµένη καθόλου µὲν εἰπεῖν τῇ γεννητικῇ τε καὶ ἀλλοιω τικῇ, κατὰ µέρος δὲ θερµαντικῇ τε καὶ ψυκτικῇ καὶ ξηραντικῇ καὶ ὑγραντικῇ καὶ ταῖς ἐκ τῆς τούτων κράσεως γενοµέναις, οἷον ὀστοποιητικῇ τε καὶ νευροποιητικῇ καὶ χονδροποιητικῇ· σαφηνείας γὰρ ἕνεκα καὶ τούτοις τοῖς ὀνόµασι χρηστέον. ἔστι γοῦν καὶ ἡ ἰδία σὰρξ τοῦ ἥπατος ἐκ τούτου τοῦ γένους καὶ ἡ τοῦ σπληνὸς καὶ ἡ τῶν νεφρῶν καὶ ἡ τοῦ πνεύµονος καὶ ἡ τῆς καρδίας. οὕτω δὲ καὶ τοῦ ἐγκεφάλου τὸ ἴδιον σῶµα καὶ τῆς γαστρὸς καὶ τοῦ στοµάχου καὶ τῶν ἐντέρων καὶ τῶν ὑστερῶν αἰσθητὸν στοιχεῖόν ἐστιν ὁµοιοµερές τε καὶ ἁπλοῦν καὶ ἀσύνθετον· ἐὰν γὰρ ἐξέλῃς ἑκάστου τῶν εἰρηµένων τὰς ἀρτηρίας τε καὶ τὰς φλέβας καὶ τὰ νεῦρα, τὸ ὑπόλοιπον σῶµα τὸ καθ’ ἕκαστον ὄργανον ἁπλοῦν ἐστι καὶ στοιχειῶδες ὡς πρὸς αἴσθησιν. ὅσα δὲ τῶν τοιούτων ὀργάνων ἐκ δυοῖν σύγκειται χιτώνων οὐχ ὁµοίων µὲν ἀλλήλοις, ἁπλοῦ δ’ ἑκατέρου, τούτων οἱ χιτῶνές εἰσι τὰ στοιχεῖα καθάπερ τῆς τε γαστρὸς καὶ τοῦ στοµάχου καὶ τῶν ἐντέρων καὶ τῶν ἀρτηριῶν, καὶ καθ’ ἑκάτερόν γε τῶν χιτώνων ἴδιος ἡ ἀλλοιωτικὴ δύναµις ἡ ἐκ τοῦ παρὰ τῆς µητρὸς ἐπιµηνίου γεννήσασα τὸ µόριον, ὥστε τὰς κατὰ µέρος ἀλλοιωτικὰς δυνάµεις τοσαύτας εἶναι καθ’ ἕκαστον ζῷον, ὅσαπερ ἂν ἔχῃ τὰ στοιχειώδη µόρια. καὶ µέν γε καὶ τὰς ἐνεργείας ἰδίας ἑκάστῳ τῶν κατὰ µέρος ἀναγκαῖον ὑπάρχειν ὥσπερ καὶ τὰς χρείας, οἷον καὶ τῶν ἀπὸ τῶν νεφρῶν εἰς τὴν κύστιν διηκόντων πόρων, οἳ δὴ καὶ οὐρητῆρες καλοῦνται. οὗτοι γὰρ οὔτ’ ἀρτηρίαι εἰσίν, ὅτι µήτε σφύζουσι µήτ’ ἐκ δυοῖν χιτώνων συνεστήκασιν, οὔτε φλέβες, ὅτι µήθ’ αἷµα περιέχουσι µήτ’ ἔοικεν αὐτῶν ὁ χιτὼν κατά τι τῷ τῆς φλεβός· ἀλλὰ καὶ νεύρων ἐπὶ πλέον ἀφεστήκασιν ἢ τῶν εἰρηµένων. τί ποτ’ οὖν εἰσιν; ἐρωτᾷ τις, ὥσπερ ἀναγκαῖον ὂν ἅπαν µόριον ἢ ἀρτηρίαν ἢ φλέβα ἢ νεῦρον ὑπάρχειν ἢ ἐκ τούτων πεπλέχθαι καὶ µὴ τοῦτ’ αὐτὸ τὸ νῦν λεγόµενον, ὡς ἴδιος ἑκάστῳ τῶν κατὰ µέρος ὀργάνων ἐστὶν ἡ οὐσία. καὶ γὰρ καὶ αἱ κύστεις ἑκάτεραι ἥ τε τὸ οὖρον ὑποδεχοµένη καὶ ἡ τὴν ξανθὴν χολὴν οὐ µόνον τῶν ἄλλων ἁπάντων ἀλλὰ καὶ ἀλλήλων διαφέρουσι καὶ οἱ εἰς τὸ ἧπαρ ἀποφυόµενοι πόροι, καθάπερ στόµαχοί τινες ἀπὸ τῆς χοληδόχου κύστεως, οὐδὲν οὔτ’ ἀρτηρίαις οὔτε φλεψὶν οὔτε νεύροις ἐοίκασιν. ἀλλὰ περὶ µὲν τούτων ἐπὶ πλέον ἐν ἄλλοις τέ τισι κἀν τοῖς περὶ τῆς ῾Ιπποκράτους ἀνατοµῆς εἴρηται. αἱ δὲ κατὰ µέρος ἅπασαι δυνάµεις τῆς φύσεως αἱ ἀλλοιωτικαὶ αὐτὴν µὲν τὴν οὐσίαν τῶν χιτώνων τῆς κοιλίας καὶ τῶν ἐντέρων καὶ τῶν ὑστερῶν ἀπετέλεσαν, οἵαπέρ ἐστι· τὴν δὲ σύνθεσιν αὐτῶν καὶ τὴν τῶν ἐµφυοµένων πλοκὴν καὶ τὴν εἰς τὸ ἔντερον ἔκφυσιν καὶ τὴν τῆς ἔνδον κοιλότητος ἰδέαν καὶ τἆλλ’ ὅσα τοιαῦτα δύναµίς τις ἑτέρα διέπλασεν, ἣν διαπλαστικὴν ὀνοµάζοµεν, ἣν δὴ καὶ τεχνικὴν εἶναι λέγοµεν, µᾶλλον δ’ ἀρίστην καὶ ἄκραν τέχνην καὶ πάντα τινὸς ἕνεκα ποιοῦσαν, ὡς µηδὲν ἀργὸν εἶναι µηδὲ περιττὸν µηδ’ ὅλως οὕτως ἔχον, ὡς δύνασθαι βέλτιον ἑτέρως ἔχειν. ἀλλὰ τοῦτο µὲν ἐν τοῖς περὶ χρείας µορίων ἀποδείξοµεν.