Комментарии к «Федру» Платона. Книга вторая - страница 10



Aρα ὡς μὴ οὐσῶν Eτέρων, ἢ καὶ ταύταις ἀρκούμενος εἰς τὸ προκείμενον; οτι μεν οὐν είσι καὶ ἄλλαι κατοκωχαὶ καὶ μανίαι καὶ αὐτὸς μὲν προιὼν Eνδείθεται· καὶ Eν τοῖς φθάσασι δὲ Eμνημονευσεν εἰπών α μή νυμφοληπτος γένωμαι υ· εἰσὶ δὲ καὶ  πανοληπτοι καὶ μητροληπτοι καὶ κορυὸαντισμοῖ, ὧν καὶ αὐτὸς ἀλλαχοῦ μνημονεύσει· μονας δὲ Eνταῦθα ταύτας τάς τέσσαρας παραδέδωκε, πρῶτον μὲν οτι καὶ μοναι αῦται ἀρκοῦσι τῇ ψυχῇ είς τήν οἰκείαν ἀποκατάστασιν, ὡς ἒθῆς εἰσομεθα, ἔπειτα οτι καὶ τὰς προσεχῶς Eπιὸεῧηκυίας τῇ ψυχῇ παραδίδωσι. Πολλαὶ μὲν γἀρ εἰς ἅπαντα τά οντα καὶ ἀπερίληπτοι τῶν ϑεῶν αἱ δοσεις· νυνὶ δὲ τάς πρὸςπας ψυχὰς τῶν θεῶν Eνεργείας παραδίδωσι·, παραδίδωσι δὲ καὶ τάς τέσσαρας ταύτας μανίας οὐχ ὡς οὐχὶ καὶ μιᾶς αὐτῶν ἀρκούσης, καὶ μάλιστα τῆς Eρωτικῆς, εἰς τὸ περιαγαγεῖν τήν ψυχὴν, ἀλλἢ κατὰ τάθιν καὶ βαθμὸν αὐτῶν σειρά καὶ ἡ Eν τάθει τελειοτης τῆς ψυχῆς παραδίδοται νῦν.

”Ωσπερ οῦν τὸν τυραννικὸν δυνατὸν μὲν καὶ ἀθροον μεταβάλλοντα προθυμία τε συντονῳ καῖ ϑεία μοίρᾳ χρώμενον ἀριστοκρατικὸν γενέσθαι, ἀλλ ἠ γε κατὰ βαθμὸν αὐτοῦ ἀνοδος ἀπὸ τοῦ τυραννικοῦ Eστιν εἰς δημοκρατικὸν, καί ἀπὸ τούτου εἰς ὀλιγαρχικὸν, εἰτα είς τιμοκρατικὸν, καὶ τελευταῖον εἰς ἀριστοκρατικὸν, ἀνάπαλιν δὲ ἡ κάθοδος καὶ ἀποπτωσις, οὕτω δὴ καὶ Eνταῦθα μέλλουσα ἀνιέναι καὶ ἀποκαταστῆναι ἡ ψυχή πρῶτον μεν τῇ μουσικῇ μανία κατέχεται, εἰτα τῇ τελεστικῇ, εἰτα τῇ μαντικῇ, καὶ τελευταῖον τῇ Eρωτικῇ, ὡς προιοντες γνωσομεθα.

Συμπνέουσι δὲ ἀλλήλαις  καὶ δέονται ἀλλήλων αὐται α”ι τέσσαρες κατοκωχαῖ, <καῖ> οὕτω πολλή τίς Eστιν αὐτῶν ἡ κοινωνία· ἡ μὲν γάρ τελεστικὴ δεῖται τῆς μουσικῆς, τά πολλὰ γάρ τῶν κατὰ τὴν τελεστικῆν μαντικὴν Yπαγορεύει· καὶ πάλιν αὐ ἡ μαντικὴ τῆς τελεστικῆς προσδεῖται, ἡ γὰρ τελεστικὴ τελεῖ καὶ καθιδροει τὰ μαντεῖα· ἥ τε αῦ μαντικὴ τῇ ποιητικῇ καὶ μουσικῇ προσχρῆται, ἔμμετρα γὰρ ὡς Eπος εἰπεῖν ἀεῖ φθέγγονται οἰ μάντεις· ἥ τε μουσικὴ πάλιν προσχρῆται τῇ μαντικῇ αὐτοφυῶς ὡς αὐτος φησι. Θεῖον γὰρ οῦν καὶ τὸ ποιητικὸν Eνθεαστικὸν ὃν γένος χρησμῳδοῦν πολλῶν τῶν κατ ἀλήθειαν σύν τισι Μούσαις καὶ Χάρισιν Eφάπτεται ἑκάστοτε. Περὶ δὲ τῆς Eρωτικῆς καὶ μουσικῆς τί δεῖ καὶ λέγειν;  σχεδὸν γάρ οἳ αὐτοὶ τήν τε μουσικὴν καὶ τὴν Eρωτικὴν ἤσκησαν, ὡς ἀνευ ἀλλήλων εἰναι μὴ δυναμένων, ὥσπερ δὴ Σαπφώ τε καὶ Aνακρέων καὶ οἱ ομοιοι. Προδηλον δὲ οτι καὶ ἡ Eρωτικὴ πάσαις συμῧάλλεται, οπου οῦ μονον ταύταις ἄλλα γὰρ ἅπαθ καὶ άπλῶς παντὶ Eνθουσιασμῷ· οὐδένα γὰρ Eνθουσιασμὸν ἄνευ τῆς Eρωτικῆς Eπιπνοίας συμὸαίνει γίνεσθαι.

Oρᾷς πῶς Oρφευςπάσας Eπιτηδεύσας φαίνεται ὡς δεομένας καὶ Eχομένας ἀλλήλων· τελεστικώτατον μεν γὰρ αὐτὸν καὶ μαντικώτατον παρειλήφαμεν καὶ Yπὸ τοῦ Λπολλωνος κινούμενον, ἔτι ποιητικώτατον ὃν γε δι αὐτὸ τοῦτο καὶ Καλλιοπης] υἱὸν γενέσθαι φασίν· Eρωτικώτατος τέ Eστιν ὡς αὐτὸς λέγων φαίνεται πρὸς τὸν Μουσαῖον καὶ προτείνων αὐτῷ τὰ θεῖα ἀγαθὰ καί τελειῶν αὐτον. Πάσαις οῦν ὤφθη ἡμῖν οὐτος ο ἀνήρ κατασχεθεὶς ταῖς μανίαις· καὶ ἀναγκαίως δέ Ι τοῦτο συμῧαίνει· πολλὴ γὰρ ένωσις καὶ σύμπνοια τούτων τῶν θεῶν πρὸς ἀλλήλους τῶν Eφορων τούτων τῶν μανιῶν, καί πολλὴ οἰκειοτης πρὸς ἑαυτούς Eστι Μουσῶν, Διονύσου, Aπολλωνος, Ἔρωτος. Τίς οῦν ἑκάστη τῶν μανιῶν λοιπὸν δεῖ διαλαῦεἰν. Προτερον δὲ διαστειλώμεθα οτι, ἄλλαι μέν εἰσιν αἱ ἔνδον καὶ Eπ αὐτῆς τῆς ψυχῆς ὁρώμεναι καὶ αύτήν τῆν ψυχήν τελειοῦσαι, ἄλλαι δὲ αἰ ἔθω αὐτῆς Eνέργειαι καὶ τὸν ἔθω ἄνθρωπον καὶ τῆν φύσιν ἡμῶν σώζουσαι.

Αναλογίαν δὲ ἔχουσιν αἱ, Eξω τέσσαρες πρὸς τὰς Eνδον τέσσαρας. Αάβωμεν οῦν προτερον τὰς ἔνδον καὶ Eπ αὐτῆς τῆς ψυχῆς μονας, καὶ ἴδωμεν τί δρῶσιν είς τήν ψυχήν· καὶ ίνα τοῦτο σαφὲς γένηται καὶ Eν τάθει ληφθῶσιν, ἄνωθεν τῆν κάθοδον καὶ πτερορρυσιν, ὡς αύτος φησι, τῆς ψυχῆς θεωρήσωμεν. Eξ ἀρχῆς μὶν οῦν καὶ πρῶτον ἠνωτο τοῖς θεοῖς ἡ ψυχὴ, καὶ τὸ Eν αὐτῆς Eκεῖνο συνῆπτο τοῖς θεοῖς. Εἰτα ἀποστᾶσα ταύτης τῆς ϑείας Eνώσεως κατῆλθεν εἰς νοῦν καὶ οὐκέτι ἡνωμένως καὶ Eν Eνὶ εἰχε τὰ οντα, ἀλλὰ ἁπλαῖς Eπιὸολαῖς καὶ οῖον θίθεσι τοῦ νοῦ αὐτῆς αύτά ἤθρει καὶ Eώρα. Ἔπειτα καὶ τοῦ νοῦ ἀποστᾶσα καὶ εἰς λογισμὸν καὶ διάνοιαν κατελθοῦσα, οὐκέτι οὐδὲ ἁπλαῖς Eπιὸολαῖς αὐτά ᾕρει, ἀλλὰ συλλογιστικῶς καὶ μεταὸατωιῶς καὶ ἄλλο Eξ ἄλλου, ἀπὸ προτάσεων Eπὶ συμπεράσματα Eρχομένη.  Ἔπειτα καὶ τοῦ καθαροῦ λογισμοῦ ἀποστᾶσα καὶ τοῦ ψυχικοῦ ἰδιώματος, κατῆλθεν εἰς γένεσιν καὶ πολλῆς τῆς ἀλογίας καὶ τῆς ταραχῆς ἀνεπλήσθη. Δεῖ οῦν αὐτὴν πάλιν Eπὶ τὰς οἰκείας ἀρχάς ἀναδραμεῖν, καὶ οθεν κατῆλθεν Eκεῖ πάλιν ἀνελθεῖν· είς δὴ τῆν ἄνοδον ταύτην καί ἀποκατάστασιν συμὸάλλονται αύτῇ αῖ τέσσαρες αὐται μανίαι· τὸ <γὰρ> τεταραγμένον τῶν μερῶν αὐτῆς καὶ είς ἀοριστίαν καὶ εἰς ἀναρμοστίαν Yπενεχθὲν καὶ πολλῆς ταραχῆς ἀναπλησθὲν είς συμφωνίαν καὶ ἁρμονίαν ἄγει ἡ μουσική· ἠ δὲ τελεστική τελεάν καὶ ὁλοκληρον ποιεῖ τήν ψυχήν καί νοερῶς Eνεργεῖν παρασκευάζει. Ἡ μὲν γάρ μουσικὴ μονα τά μορια ἁρμοζει καὶ καταστέλλει, ἡ δὲ τελεστικὴ ολην αὐτὴν ποιεῖ Eνεργεῖν καὶ ὁλοκληρον παρασκευάζει· ὥστε καὶ τὸ νοερὸν αὐτῆς Eνεργεῖν· Κατελθοῦσα γὰρ ἡ ψυχὴ συντεθραυσμένῃ καὶ παρειμὲνῃ ἔοικε, καὶ ο μὲν ταύτοῦ κύκλος πεπέδηται, τουτέστι τὸ νοερὸν αὐτῆς, ο δὲ ϑατέρου πολλάς κλάσεις καὶ στροφὰς Yπομένει, τουτέστι τὸ δοθαστικον· μερικῶς οῦν καὶ οὐ κατὰ πᾶσαν Eαυτῆν Eνεργεῖ.  Ἡ οῦν ΔιονυσισικὲΙ κατοκωχη μετά τὴν τῶν μερῶν συναρμονίαν τελέαν αύτῆν ἀπεργάζεται καὶ ποιεῖ κατὰ πάσαν ἑαυτὴν Eνεργεῖν καὶ νοερῶς ζῆν· ἡ δέ Aπολλωνιακὴ πάσας τὰς πεπληθυσμένας αὐτῆς δυνάμεις καὶ πᾶσαν αὐτὴν Eπὶ τὸ Eν αὐτῆς Eπιστρέφει καί συνεγείρει (διὸ καὶ Aπολλων εἴρηται ὡς ἀπὸ τῶν πολλῶν Eπὶ τὸ Eν Eπανάγων τὴν ψυχήν) ἢ δὲ Eρωτικὴ λοιπὸν ἡνωμένην παραλαὸοῦσα τὴν ψυχῆν τοῦτο τὸ Eν τῆς ψυχῆς τοῖς θεοῖς καὶ τῷ νοητῷ κάλλει συνάπτει.  Oρῶνται μὲν οῦν οπερ εἴπομεν Eν ἑκάστῃ καὶ αἰ λοιπαὶ, ἀλλά κατὰ τὸ Eπικρατοῦν ἑκάστη λέγεται· τριῶν γὰρ οντων τούτων αύτῶν τῶν θεῶν τῶν διδοντων <καὶ> τῶν δοσεων αύτῶν καὶ τριττῶν τῶν μεταλαμὸανοντων, Eπειδὴ τὰ διδοντα ·ἠνωται καθ ῦπερὸολῆν καὶ Eν ἀλλήλοις Eστὶ, διὰ τοῦτο καὶ αἲ δοσεις μετέχουσι καὶ κοινωνοῦσιν ἀλλήλων, καὶ τὸ Yποδεχομενον ο Eστιν ἡ ψυχή πρὸς πάσας Eπιτηδείως ἔχει τάς δοσεις. Αάβοις δ ἂν καὶ ἄλλως Eκ διαιρέσεως τὰς τέσσαρας μανίας· Eπεὶ γάρ ητὸλοτης τριχῶς, ἢ ὡς Eν τῷ μέρει ἠ ὡς Eκ τῶν μερῶν ἢ ὡς πρὸ μερῶν (ἔστι γάρ μερικῶς τὸ ολον, ὥσπερ ο ἅνθρωπος μικρὸς κοσμος λέγεται μέρος ὢν τοῦ κοσμου, καὶ ο μερικὸς νοῦς πάντα Eχει τά εἰδη οσα ο παντέλειος· ἔστι δὲ καὶ τὸ Eκ τῶν μερῶν ολον, ῶσπερ ὸ κοσμος ο αἰσθητὸς Eκ πάντων Eστὶ τῶν μερῶν αύτοῦ· Eστι δὲ τὸ ολον τὸ πρὸ τῶν μερῶν, ὡς τὸ Eν τῇ φύσει ἠ τῇ ψυχῇ τῇ ολῃ ἢ τῷ νῷ εἰδος τοῦ κοσμου, καὶ Eν τῇ ψυχῇ τοῦ τεχνίτου τὸ εἰδος τῆς οἰκίας), τοῦ μὲν ολου τοῦ ὡς μέρους συναρμοστικαί εἰσιν αἰ Μοῦσαι καὶ ἡ μουσικὴ μανία, τοῦ δ ολου τοῦ Eκ τῶν μερῶν ο Διονυσος καί ἡ τελεστικὴ, τοῦ δ ολου τοῦ πρὸ τῶν μερῶν ο Aπολλων καὶ ἡ μαντική· Ι ο δὲ Έρως Eπὶ πῖισι τοῦτο τὸ Eν τῆς ψυχῆς καὶ αὐτὴν τὴν ψυχὴν τοῖς θεοῖς Eνιδρύει, καὶ τοῦτο ἔστιν Eργον τῆς Eρωτικῆς, συνάψαι τὴν ψυχὴν τοῖς θεοῖς καὶ τῷ ἀφράστῳ αύτῶν κάλλει. λάβοις δ ἃν καί Eκ τῶν ἀριθμῶν αύτῶν τήν τάθιν· τὴν μὲν γὰρ μονάδα Aπολλωνι ἀνιεροῦσι διὰ τὸ Eνιαῖον αύτοῦ τῆς Eνεργείας, ὡς καὶ ἡ μονάς ἑνιαίως πάντας ἔχει τοῦς ἀριθμούς· τῆν δὲ τριάδα τῷ Διονύσῳ ὡς τελείαν, ἀρχὴν καὶ μέσα καὶ τέλος ἔχουσαν, ὥσπερ καὶ ο Διονυσος τελέαν ποιεῖ τὴν ψυχήν· ταῖς δὲ Μούσαις τὸν Eννέα, διοτι πάσας τὰς ἁρμονίας καὶ τὰς σχέσεις ἔχει Eν Eαυτῷ, Eπεὶ καὶ πάσα ἡ προοδος τῶν ἀριθμῶν εἱς τὸν Eννέα περαιοῦται (διὸ καὶ ἔννεον αύτήν Eκάλουν), καὶ ὁρᾷς οτι ἡ μὲν μονὰς ὡς πρώτη Ι τὸν τρία τέλειον ποιεῖ, ο δὲ τρία τὸν Eννέα, πρὸ δὲ τῆς μονάδος λάβοις ἀν τὸ Eν ἀνάλογον τῷ ἔρωτι καὶ τάγαθῷ, οὐ πάντ Eφίεται· είς γάρ τὸ Eν τὸ τῶν ϑεῶν ἀνάγει πάντα ο Ἔρως. Καὶ τὴν τετράδα δὲ κατ ἄλλας Eπιῧολάς τῷ Διονύσῳ ἀνατιθέασι διὰ τὸ πρώτην πάσας ἔχειν τὰς ἁρμονίας (Eπίτριτον δῖ, ἡμιολιον ἰδτ, [τὸν] διπλάσιον  δβ, [τὸν] τριπλάσιον γα, [τὸν] τετραπλάσιον δα· τουτέστι διὰ τεσσάρων, διὰ πέντε, διὰ πασῶν, διὰ πέντε καὶ διὰ πασῶν, διὰ δὶς διὰ πασῶν), καὶ διά τὸ περιέχεσθαι δὲ καί τοὺς ἀριθμοὺς πάντας Eν ἑαυτῇ· ῥίζα γὰρ πάντων τῶν ἀριθμῶν ἡ τετράς διὰ τὸ κατ Eπισύνθεσιν τῆς μονάδος ἄχρις αὐτῆς ἀποτελεῖσθαι τὸν δέκα, τὸν δὲ δέκα πάντα εἰναι τὸν ἀριθμὸν καὶ ολως τετρομματον καὶ τετραπροσωπον αὐτὸν ὴ θεολογία καλεῖ.  λάβοις δ ἃν τῶν Eνθουσιασμῶν τούτων εἰκονας καὶ Eκ τῶν λογικῶν θεωρημάτων· τῇ μὲν γάρ μουσικῇ ἀνάλογον λήψῃ την ὀριστικὴν, ἥτις τὸν ἄνθρωπον καὶ τὸν ὁρισμὸν αὐτοῦ συναρμοζει Eκ ζῴου καὶ θνητοῦ καὶ ἀποτελεῖ τὸ εἰδος αὐτοῦ· τῇ δὲ τελεστικῇ τήν διαιρετικην καὶ ἀναλυτικὴν, ἥτις διὰ τῶν Yπαλλήλων γενῶν ἀναπέμπει Eπὶ τὸ γενίκώτατον· τῇ δέ Aπολλωνιακῇ καί μαντικῇ αὐτὸ τὸ γενικώτατον δ ἀπὸ τῶν πολλῶν εἰς τὸ Eν τὸ ἑνικώτατον ἀφῖκται. λάβοις δ ἀν καὶ πάντων τῶν δέκα γενικωτάτην τὴν Eπὶ τὸ ὃν τὸ κοινῶς πάντων κατηγορούμενον ἀντὶ τῆς Eρωτικῆς· πάντα γὰρ Eπὶ τὸ ἀγαθὸν καὶ ο Ἔρως ἀνάγει.  Αὕτη μὲν οῦν ἡ τάθις καὶ α”ι ἔνδον Eν αὐτῇ τῇ ψυχῇ τῶν τεσσάρων τούτων μανιῶν Eνέργειαι καὶ δυνάμεις. Λάὸωμεν δὴ καὶ τὰς Eκτὸς αὐτῶν είς τὸν ἄνθρωπον Eνεργείας καὶ ἀ ἀποτελοῦσιν ἔθω περὶ ἡμᾶς. H μεν οῦν μουσικὴ Eμμέτρως τε φθέγγεσθαι ποιεῖ καὶ πράττειν καὶ κινεῖσθαι εὐρύθμως καὶ τά κατορθώματα τῶν Βείων ἀνδρῶν καὶ τὰς ἀρετὰς καὶ τὰ Eπιτηδεύματα αὐτῶν Eμμέτρως ᾅδειν, καὶ διὰ τούτων παιδεύειν τὸν βίον, ὥσπερ δὴ καὶ ἔνδον συνήρμοζεν ἡμῶν τὰ μέρη τῆς ψυχῆς.  H δὲ τελεστικὴ πᾶν τὸ ἀλλοτριον καί μολυσματῶδες καὶ βλαβερὸν ἀποδιώκουσα, τέλεον ἡμῶν καὶ άὸλαὸῆ τὸν βίον τηρεῖ, καὶ τὰς μανίας καί δαιμονιώδεις φαντασίας  αποδιώκουσα, Yγιεῖς καὶ ὁλοκλήρους καὶ τελείους ἡμᾶς ποιεῖ, ὥσπερ δὴ καὶ τὴν ἔνδον ψυχὴν τελέαν καὶ ὁλοκληρον Eποίει. Ἡ δὲ μαντικὴ Eνιαίως συναιρεῖ τὸ Eκτεταμένον καὶ ἄπειρον τοῦ χρονου, καὶ ὡς Eν ἓνί  παροντι τῷ νῦν τά πάντα ὁρᾷ τά τε παρεληλυθοτα <καὶ> τὰ Eνεστῶτα καὶ τὰ μέλλοντα· διὸ προλέγουσα τὰ Eσομενα, ἅπερ αύτὴ ὡς παροντα ὁρᾷ, ἄπταιστον ἡμῶν ποιεῖ διοδεύειν τὸν βίον· ὥσπερ δὴ καὶ ἔνδον πάσας τὰς πεπληθυσμένας καί  πολλάς ζωὰς καὶ δυνάμεις τῆς ψυχῆς Eπὶ τὸ Eν συναιρεῖ καὶ ἀνάγει, ίνα μᾶλλον σῴζηται καὶ συνέχηται.  H δὲ Eρωτικὴ Eπιστρέφει τους νέους εἰς ἡμᾶς καὶ εἰς φιλίαν ἡμῶν ἄγει, παιδευτική τις οῦσα καὶ αύτὴ τῶν νέων, καί ἀπὸ τοῦ αἰσθητοῦ κάλλους Eπὶ τὸ ψυχικὸν ἡμῶν κάλλος συνάγουσα τοῦς νέους, καὶ ἀπὸ τούτου Eπὶ τὸ νοητὸν ἀναπέμπουσα, ὥσπερ δὴ καὶ ἔνδον τὸ Eν τῆς ψυχῆς τοῖς θεοῖς συνῆπτεν. -Ππορησεν ὀ ἑταῖρος Προκλος πῶς, εἰ Eκ διαιρέσεως λαμὸάνονται αἱ μανίαι, δυνατὸν ἄλλην εἰναι παρὰ ταύτας. Πρὸς ὸ εἰπεν ο φιλοσοφος οτι, εἱ καὶ Eκ διαιρέσεως λαμὸάνονται, οὐδὲν κωλύει, μᾶλλον δὲ καὶ ἀναγκαῖον, ἕκαστον αYτῶν Yπὸ πολλῶν κεῖσθαι θεῶν, κατ  ἄλλας μέντοι καὶ ἄλλας έπιὸολάς. Πῶς δὲ, φησὶ, τήν τελεστικὴν ἀεὶ προτάττοντες πασῶν τῶν παρ ἡμῖν Eπιτηδεύσεων, καὶ αὐτῆς <τῆς> φιλοσοφίας τῆς ἀνθρωπικῆς Yπερτέραν αὐτὴν λέγοντες, νῦν καὶ μαντικῆς καὶ Eρωτικῆς ποιοῦμεν καταδεεστέρανς Ἡ πρῶτον μὲν Eν τοῖς, τοῦ ἀνθρωπίνου βίου πράγμασιν αὐτὴν προτάττομεν, ἀλλ οὐχὶ καὶ Eν τοῖς τῆς ψυχῆς αὐτῆς καθ αYτήν.